Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.147 Joseph. AJ 7.151 (English) >>Joseph. AJ 7.154

7.149ταύτην μετὰ τῶν τέκνων αὐτοῦ ἀνέτρεφε συνδιαιρούμενος αὐτῇ τὰ σιτία καὶ φιλοστοργίᾳ πρὸς αὐτὴν χρώμενος τις ἂν χρήσαιτο καὶ πρὸς θυγατέρα. ξένου δʼ ἐπελθόντος τῷ πλουσίῳ τῶν μὲν ἰδίων οὐδὲν ἠξίωσεν ἐκεῖνος βοσκημάτων καταθύσας εὐωχῆσαι τὸν φίλον, πέμψας δὲ τὴν ἀμνάδα τοῦ πένητος ἀπέσπασε, 7.150καὶ ταύτην παρασκευάσας εἱστίασε τὸν ξένον.” σφόδρα ἐλύπησεν λόγος οὗτος τὸν βασιλέα καὶ πονηρὸν πρὸς τὸν Νάθαν τὸν ἄνθρωπον ἐκεῖνον, ὃς δὴ τοῦτο τὸ ἔργον ἐτόλμησεν, ἀπεφήνατο καὶ τετραπλὴν ἀποτῖσαι τὴν ἀμνάδα δίκαιον εἶναι καὶ πρὸς τούτῳ θανάτῳ κολασθῆναι. Νάθας δʼ ὑποτυχὼν αὐτὸν ἔλεγεν ἐκεῖνον εἶναι τὸν ἄξιον ταῦτα παθεῖν ὑφʼ ἑαυτοῦ κεκριμένον τολμήσαντα μέγα καὶ δεινὸν ἔργον. 7.151ἀνεκάλυπτε δʼ αὐτῷ καὶ παρεγύμνου τὴν ὀργὴν τοῦ θεοῦ ποιήσαντος μὲν αὐτὸν βασιλέα πάσης τῆς Ἑβραίων δυνάμεως καὶ τῶν ἐν κύκλῳ πάντων ἐθνῶν πολλῶν καὶ μεγάλων κύριον, ῥυσαμένου δʼ ἔτι πρὸ τούτων ἐκ τῶν Σαούλου χειρῶν, δόντος δʼ αὐτῷ καὶ γυναῖκας ἃς δικαίως καὶ νομίμως ἠγάγετο, καταφρονηθέντος δʼ ὑπʼ αὐτοῦ καὶ ἀσεβηθέντος, ὃς ἀλλοτρίαν τε γήμας ἔχει γυναῖκα καὶ τὸν ἄνδρα αὐτῆς ἀποκτείνειεν ἐκδοὺς τοῖς πολεμίοις· 7.152δώσειν οὖν αὐτὸν ἀντὶ τούτων δίκας τῷ θεῷ καὶ βιασθήσεσθαι μὲν αὐτοῦ τὰς γυναῖκας ὑφʼ ἑνὸς τῶν παίδων, ἐπιβουλευθήσεσθαι δὲ καὶ αὐτὸν ὑπʼ ἐκείνου, καὶ τὸ ἁμάρτημα τοῦτο κρύφα δράσαντα φανερὰν τὴν ἐπʼ αὐτῷ δίκην ὑφέξειν· τεθνήξεσθαι δὲ καὶ τὸν παῖδά σοι παραχρῆμα τὸν ἐξ αὐτῆς γεγενημένον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.147 Joseph. AJ 7.151 (English) >>Joseph. AJ 7.154

Powered by PhiloLogic